Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.44 | Dem. 4.48 (English) | >>Dem. 4.51 |
4.47πῶς οὖν ταῦτα παύσεται ; ὅταν ὑμεῖς , ὦ ἄνδρες Ἀθηναῖοι , τοὺς αὐτοὺς ἀποδείξητε στρατιώτας καὶ μάρτυρας τῶν στρατηγουμένων καὶ δικαστὰς οἴκαδʼ ἐλθόντας τῶν εὐθυνῶν , ὥστε μὴ ἀκούειν μόνον ὑμᾶς τὰ ὑμέτερʼ αὐτῶν , ἀλλὰ καὶ παρόντας ὁρᾶν . νῦν δʼ εἰς τοῦθʼ ἥκει τὰ πράγματʼ αἰσχύνης ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ τρὶς κρίνεται παρʼ ὑμῖν περὶ θανάτου , πρὸς δὲ τοὺς ἐχθροὺς οὐδεὶς οὐδʼ ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θανάτου τολμᾷ , ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν θάνατον μᾶλλον αἱροῦνται τοῦ προσήκοντος · κακούργου μὲν γάρ ἐστι κριθέντʼ ἀποθανεῖν , στρατηγοῦ δὲ μαχόμενον τοῖς πολεμίοις .
4.48ἡμῶν δʼ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν , οἱ δʼ ὡς πρέσβεις πέπομφεν ὡς βασιλέα , οἱ δʼ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν , οἱ δὲ λόγους πλάττοντες ἕκαστος περιερχόμεθα .
4.49ἐγὼ δʼ οἶμαι μέν , ὦ ἄνδρες Ἀθηναῖοι , νὴ τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων καὶ πολλὰ τοιαῦτʼ ὀνειροπολεῖν ἐν τῇ γνώμῃ , τήν τʼ ἐρημίαν τῶν κωλυσόντων ὁρῶντα καὶ τοῖς πεπραγμένοις ἐπηρμένον , οὐ μέντοι μὰ Δίʼ οὕτω γε προαιρεῖσθαι πράττειν ὥστε τοὺς ἀνοητοτάτους τῶν παρʼ ἡμῖν εἰδέναι τί μέλλει ποιεῖν ἐκεῖνος · ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες .
4.50ἀλλʼ ἂν ἀφέντες ταῦτʼ ἐκεῖνʼ εἰδῶμεν , ὅτι ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερʼ ἡμᾶς ἀποστερεῖ καὶ χρόνον πολὺν ὕβρικε , καὶ ἅπανθʼ ὅσα πώποτʼ ἠλπίσαμέν τινα πράξειν ὑπὲρ ἡμῶν καθʼ ἡμῶν εὕρηται , καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί , κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐτῷ , ἐνθάδʼ ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν , ἂν ταῦτʼ εἰδῶμεν , καὶ τὰ δέοντʼ ἐσόμεθʼ ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι · οὐ γὰρ ἅττα ποτʼ ἔσται δεῖ σκοπεῖν , ἀλλʼ ὅτι φαῦλα , ἂν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητε , εὖ εἰδέναι .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.44 | Dem. 4.48 (English) | >>Dem. 4.51 |